Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκδʹ Ἀποκαταστάσεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-20
Not analysed yet
Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Ἐπεὶ δὲ συμβαίνει πολλάκις μὴ εἶναι μὲν ἐργαζομένους ἀνομίαν μηδὲ ἐν βίῳ καὶ πολιτείᾳ σφάλλεσθαι, στραγγαλιαῖς δὲ λογισμῶν καὶ σκολιότησι διανοίας χρῆσθαι, καὶ τούτους, φησίν, ἐν ἴσῃ τιμωρίᾳ τάξει τοῖς ἐργαζομένοις τὴν ἀνομίαν.