Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκζʹ Κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-27
Not analysed yet
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Ἀκολούθως τῇ πρὸ ταύτης ᾠδῇ ἡ κλῆσις τῶν ἐθνῶν διὰ ταύτης κηρύττεται. οἱ γοῦν φοβούμενοι τὸν κύριον ἕτεροι λέγονται εἶναι παρὰ τὸν Ἰσραὴλ καὶ παρὰ τὸ κρεῖττον ἐν τῷ Ἰσραὴλ τάγμα, λέγω δὲ τὸ ἱερατικόν. δηλοῖ δὲ τοῦτο ὁ φάσκων λόγος· οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ κύριον ,καί· οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ κύριον ,καὶ μετὰ ταῦτα· οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον . καὶ πάλιν· κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς. εὐλόγησε τὸν οἶκον Ἰσραήλ, εὐλόγησε τὸν οἶκον Ἀαρών ,καὶ μετὰ ταῦτα· εὐλόγησε τοὺς φοβουμένους τὸν κύριον . ἀκολούθως οὖν τούτοις νοήσεις τοὺς ἐπὶ τῆς παρούσης ᾠδῆς μακαριζομένους. οὗτοι δ’ ἦσαν πάντες οἱ φοβούμενοι τὸν κύριον· ἤρκει γὰρ ὁ φόβος τοῦ κυρίου πρὸς τὸ μακαρίους αὐτοὺς ποιῆσαι δίχα περιτομῆς σώματος καὶ δίχα τῶν Μωυσέως παραγγελμάτων. κρείττων δ’ ἔστι καὶ ἐπαναβεβηκὼς τοὺς φοβουμένους τὸν κύριον ὁ ἐν τελείᾳ γεγενημένος ἀγάπῃ· ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον . καὶ οἱ μὲν φοβούμενοι ἐνπολλαῖς ὁδοῖς πορεύσονται, τάχα δὲ ὁ ἀγαπῶν ἐν μιᾷ τῷ εἰρηκότι· ἐγώ εἰμι ἡ ὁδός ,ἐφ’ ἣν καὶ αἱ πολλαὶ ὥσπερ εἰς λιμένα καταντῶσιν.