Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκζʹ Κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-23
Not analysed yet
Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι. μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἀντὶ τοῦ τοὺς πόνους σου οἱ λοιποὶ πάντες ἑρμηνευταὶ κόπον χειρῶν σου ἐκδεδώκασιν. ὥσπερ ὁ γεωργὸς τῶν ἑαυτοῦ καμάτων τὰς ἀμοιβὰς ἀπολαμβάνει καὶ τὸν κόπον αὐτοῦ ἐσθίει, οὕτως ἕκαστος τῶν ἐν θεοσεβείᾳ πονούντων ἀναλόγως τοῖς ἑαυτοῦ πόνοις θησαυρίζει ἑαυτῷ τροφὰς εἰς τὴν μέλλουσαν παρὰ τῷ θεῷ ζωήν .