Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκηʹ Νίκης θεοῦ στρατιᾶς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-28
Not analysed yet
Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Διδάσκει δὲ ὁ λόγος μηδέποτε ἐφ’ ἑαυτῷ, ἀλλ’ ἐπὶ τῷ θεῷ μόνῳ μέγα φρονεῖν. ἀντὶ δὲ τοῦ συνέκοψεν αὐχένας ἁμαρτωλῶν Ἀκύλας κατέκοψε βρόχους ἀσεβῶν ,ὁ δὲ Σύμμαχος κατέκοψε βρόχους παρανόμων ,ἡ δὲ πέμπτη ἔκδοσις κλοιοὺς ἀνόμων ἐκδεδώκασι δηλοῦντος τοῦ λόγου τοὺς ὑπὸ τῶν ἀσεβῶν εἰς ἐπιβουλὴν τοῦ δικαίου κατεσκευασμένους. θεσπίζει δὲ καὶ διὰ τούτων ὁ λόγος τὰ ἔσχατα τέλη καὶ τὸν ὄλεθρον τῶν κατὰ καιροὺς τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ τὸν λαὸν αὐτοῦ πολεμεῖν ἐπιχειρούντων.