Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκηʹ Νίκης θεοῦ στρατιᾶς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-24
Not analysed yet
Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Ὥσπερ Ἱερουσαλὴμ οὐχ οἱ λίθοι καὶ τὰ οίκοδομήματα οὐδὲ τὸ ἔδαφος αὐτὸ τυγχάνει, ἀλλὰ τὸ τοιόνδε τῆς θεοσεβείας πολίτευμα, οὕτω καὶ ἡ Σιών . ἡ μὲν οὖν Ἱερουσαλὴμ ὅρασις εἰρήνης ἑρμηνεύεται, ἡ δὲ Σιὼν σκοπευτήριον. καὶ ἡ μὲν τὴν ἐν ἤθεσιν καταστολὴν καὶ τὸν εὐσταθῆ καὶ εἰρηναῖον τρόπον παρίστησιν, ἡ δὲ τὸν διαβεβηκότα καὶ τὰ ἐπέκεινα τῶν ὁρωμένων σκοποῦντα. ὁποῖος ἦν ὁ λέγων· μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα .