Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλαʹ Προσευχὴ τοῦ Δαυὶδ καὶ ἐπιφάνεια Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-31
Not analysed yet
Μνήσθητι, κύριε, τοῦ Δαυὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ. Αὐτὸ λοιπὸν τὸ ἅγιον καὶ προφητικὸν πνεῦμα συνεργοῦν καὶ συναιρόμενον τῇ τοῦ Δαυὶδ προσευχῇ μετὰ τὰ εἰρημένα τῷ Δαυὶδ εὔχεται αὐτῷ διὰ τῆς παρούσης ᾠδῆς καὶ ὑπερεύχεται αὐτοῦ φάσκον· μνήσθητι, κύριε τῆς προλεχθείσης ἀρτίως εὐχῆς τοῦ Δαυὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· σοῦ γὰρ μιμητὴς γενόμενος τοῦ εἰπόντος τοῖς μαθηταῖς· μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν ,ταύτην κατώρθωσε τὴν ἀρετήν. διὸ καὶ ἐλαυνόμενος ὑπὸ τοῦ Σαοὺλ καὶ ὑπὸ τῶν ἐχθρῶν τὰ πάντα δεινὰ πάσχων οὐδεπώποτε ἠμύνατο δι’ ὑπερβολὴν πραΰτητος. Ἀντὶ δὲ τῆς πραΰτητος ὁ μὲν Ἀκύλας κακουχίαν ὠνόμασεν, ὁ δὲ Σύμμαχος κάκωσιν ,ἡ δὲ πέμπτη ἔκδοσις ταπείνωσιν . δι’ ὧν παρίσταται πολλῇ κακουχίᾳ καὶ κακώσει ἑαυτὸν ὑποβάλλων ὁ Δαυὶδ μονονουχὶ τιμωρούμενος καὶ δίκην αὐτὸς ἑαυτὸν εἰσπραττόμενος ὑπὲρ τῶν πεπλημμελημένων αὐτῷ κατὰ τοῦ Οὐρίου.