Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλαʹ Προσευχὴ τοῦ Δαυὶδ καὶ ἐπιφάνεια Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-27
Not analysed yet
Ὡς ὤμοσε τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ. εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ. Τούτων αὐτῶν, φησίν, μνήσθητι, κύριε ,κατὰ τὸν τῆς εἰς ἀνθρώπους σου παρουσίας καιρόν, ἐν ᾧ λύτρον σαυτὸν ὑπὲρ πάντων τῶν ἁμαρτωλῶν παρέξεις ἄφεσιν ἁμαρτιῶν προξενῶν ἅπασιν ἀνθρώποις. μεθ’ ὧν ἁπάντων μνήσθητι, ὦ κύριε, καὶ τοῦ Δαυὶδ καὶ τῆς κακώσεως αὐτοῦ, ἣν αὐτὸς ἑαυτὸν τιμωρούμενος, ἐφ’ οἷς ἥμαρτεν, ἐκάκωσε κατ’ ἐκεῖνο καιροῦ, ὁπότε κατὰ πρόσωπον τοῦ σοῦ ἁγιάσματος χαμαὶ ῥίψας ἑαυτὸν μεθ’ ὅρκου ἐβεβαιώσατο, μὴ πρότερον ἀναστήσεσθαι ἐκ τοῦ ἐδάφους μηδὲ ἀναχωρήσειν τοῦ τόπου καθ’ ὃν πεσὼν προσεκύνει ἢ γνῶναι καὶ μαθεῖν, τίς ποτε ἄρα ἔσται ὁ τόπος τῆς τοῦ κυρίου εἰς ἀνθρώπους παρουσίας προεγνωσμένος καὶ προητοιμασμένος αὐτῷ, ὁπόθεν ἔσται τὸ σκήνωμα τοῦ θεοῦ Ἰακώβ · μαθὼν γὰρ ἐξ ἁγίου πνεύματος καὶ τῆς προφητικῆς διδασκαλίας, ὡς ἄρα ἔσται ποτὲ αὐτοῦ τοῦ κυρίου εἰς ἀνθρώπους ἄφιξις, δι’ ἧς ἄφεσις πᾶσιν ἀνθρώποις τῶν προτέρων ἁμαρτημάτων προξενηθήσεται, διὰ ταύτης καὶ αὐτὸς σωθήσεσθαι ἐλπίσας σπεύδει γνῶναι καὶ μαθεῖν, πότε ἔσται καὶ ποῦ γενήσεται καὶ τίνα τρόπον ἡ τοῦ κυρίου εἰς ἀνθρώπους παρουσία. ταῦτα δὲ γνῶναι ποθῶν εἰς τοσαύτην ἑαυτὸν ὑπέβαλε κάκωσιν ,ὡς πᾶσαν μὲν παραιτήσασθαι στρωμνήν, ἀποτάξασθαι δὲ τῷ ἑαυτοῦ οἴκῳ, κεῖσθαι δὲ πρὸ τοῦ θεοῦ ἐπὶ τοῦ ἐδάφους ἐρριμμένον καὶ ποτνιώμενον, γνῶναι τὸν τόπον τοῦ κυρίου καὶ τὸ σκήνωμα τοῦ θεοῦ Ἰακώβ . ἐπιμένοντι δὲ αὐτῷ τῇ προσευχῇ καὶ μὴ πρότερον ἀνισταμένῳ εὐτόνως τε καὶ διαρκῶς ἐπὶ τοῦτο τὸ αἴτημα καὶ μεθ’ ὅρκου διὰ βεβαιώσεως αὐτὸν καταδήσαντι, ἐπινεύει θεὸς οἶκτον λαβὼν αὐτοῦ, ὡς ἂν μὴ ψεύσαιτο ἅπαξ ὀμόσας μὴ ἀναστήσεσθαι ἢ τυχεῖν ὧν ἐπεπόθει. διὸ τὴν γνῶσιν αὐτῷ δωρεῖται διὰ τοῦ προφητικοῦ πνεύματος τῶν αἰτηθέντων, ὅθεν ἐπιλέγεται ἑξῆς.