Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλβʹ Λαοῦ τελείου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-32
Not analysed yet
Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Οὐ πᾶν τὸ καλὸν ἤδη καὶ τερπνὸν οὐδὲ τὸ τερπνὸν πάντως καὶ καλόν· πολλὰ γὰρ ἡδέα μέν, φαῦλα δέ, ὡς καὶ ἕτερα ἐπίπονα μέν, ἀγαθὰ δέ. ὁμόνοια δὲ καὶ εἰρήνη ψυχῶν ὁμοφρονούντων καὶ ὁμοδοξούντων ἄμφω κατὰ τὸ αὐτὸ καὶ τὸ τερπνὸν καὶ τὸ καλὸν ἔχει. Ἐπαινεῖται οὐ τὸ κατοικεῖν ἀδελφοὺς ἁπλῶς, ἀλλ’ ὅταν ἐπὶ τὸ αὐτὸ ὦσι κατὰ τὸν ἀπόστολον λέγοντα· ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ . διδάσκει δὲ τὸ καλὸν καὶ τὸ τερπνὸν μὴ ἐν σώμασι μηδ’ ἐν ἡδονῇ σαρκῶν τίθεσθαι.