Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλαʹ Προσευχὴ τοῦ Δαυὶδ καὶ ἐπιφάνεια Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.13-8
Not analysed yet
Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Καὶ αὐτὸ ἔργοις ὁρῶμεν συντελούμενον κατὰ τοὺς τῶν διωγμῶν καιρούς. ἀντὶ δὲ τοῦ ἐπ’ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμα αὐτοῦ Ἀκύλας καὶ ἐπ’ αὐτὸν ἀνθήσει, φησίν, ἀφόρισμα αὐτοῦ ,ὁ δὲ Σύμμαχος· αὐτῷ δ’ ἐπανθήσει ὁ ἁγιασμὸς αὐτοῦ . ὅπως δὲ ὁσημέραι ἀκμάζει καὶ νεάζει καὶ ἀνθεῖ καθ’ ὅλης τῆς οἰκουμένης τὸ τοῦ σωτῆρος ἡμῶν ἁγίασμα ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ, ἔργοις μᾶλλον ἢ λόγοις δείκνυται.