Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλγʹ Λαοῦ ἐρχομένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-33
Not analysed yet
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν. Μετὰ τὸ πρῶτον καὶ κρεῖττον τάγμα τοῦ τῆς ἐκκλησίας Χριστοῦ σώματος μέτεισιν ἐπὶ τὸ δεύτερον καὶ τοὺς ἔτι φόβῳ δουλείας συνεχομένους καλεῖ τῶν προτέρων οὐ δούλων, ἀλλ’ υἱῶν ὄντων καὶ ἤδη χρίσματος ἱεροῦ κατηξιωμένων. πλὴν ἀλλὰ καὶ τούτους ἐπὶ προκοπὰς ἀνακαλεῖται οὔπω μὲν ἐξουσίαν ἔχοντας ἐπὶ τὰ ἔσω βαδίζειν τοῦ οἴκου, ἐν καλῷ δὲ ἤδη καὶ αὐτοὺς ἑστῶτας· ἐν γὰρ ταῖς αὐλαῖς ἑστήκασι τοῦ οἴκου κυρίου . καλὸν δὲ καὶ τὸ ἑστάναι αὐτοὺς καὶ τὸ μὴ σαλεύεσθαι μηδὲ εἰς τοὐπίσω χωρεῖν, ἀλλὰ προθυμίαν δείκνυσθαι τῆς ἐπὶ τὰ ἔνδον βαδίσεως.