Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλγʹ Λαοῦ ἐρχομένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-29
Not analysed yet
Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν κύριον. Εἰ καὶ μηδέπω τοῦ φωτίσματος κατηξιώθητε μηδὲ ἐν ἡμέρᾳ πως γεγένησθε, ἀλλ’ ἐπαγρύπνως ἱστάμενοι μὴ μόνον ἡμέρας, ἀλλὰ καὶ νύκτωρ ταῖς πρὸς θεὸν εὐλογίαις σχολάζοντες ἀκούετε τοῦ φάσκοντος λόγου· μὴ δῷς ὕπνον σοῖς ὄμμασι μηδὲ νυσταγμὸν σοῖς βλεφάροις . ἐπάρατε δὲ τὰς χεῖρας ὑμῶν ἐν ταῖς νυξὶ καὶ εὐλογεῖτε τὸν κύριον τὰς πράξεις ὑμῶν καὶ τὰ ἔργα τῷ θεῷ δεικνύντες πεπαρρησιασμένα. σωφροσύνης δέ ἐστι διδακτικὸν τὸ λόγιον· οὐδεὶς γὰρ ἐν νυξὶν ἀκολασταίνων δύναται τὰς χεῖρας ἐπαίρειν πρὸς τὸν θεόν.