Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμβʹ Προσευχὴ ἐξομολογουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-41
Not analysed yet
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου. Πᾶς ὁ ἐν μεγίστοις πειρασμοῖς καὶ θλίψεσιν ὑπερβαλλούσαις ἐξεταζόμενος εὐκαίρως ἂν χρήσαιτο τῇ προκειμένῃ προσευχῇ. διὸ καὶ ἀνεπίγραφος ὁ ψαλμός. Ἀκούει μὲν οὖν πάντων ὁ κύριος, ὀλίγων δὲ εἰσακούει. ἐὰν τῶν δεομένων ἡμῶν ἐπακούσωμεν, ἐπακουσθησόμεθα καὶ αὐτοί. ὁ θαρσῶν δὲ τῇ ἑαυτοῦ προσευχῇ ἀκροατὴν καλείτω τὸν θεόν.