Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμαʹ Φωνὴ τοῦ κατὰ θεὸν πολεμουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-18
Not analysed yet
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Καὶ τούτου ἡ διάνοια σαφὴς ἐκ τῆς τῶν λοιπῶν ἑρμηνευτῶν παραθέσεως. ὁ μὲν Ἀκύλας φησίν· ἐν ἐμοὶ ἐκδέξονται δίκαιοι, ὅταν ἀμείψη ἐπ’ ἐμέ ,ὁ δὲ Σύμμαχος· στεφανωθήσονται δίκαιοι, ὅταν εὐεργετήσῃς με. διδάσκει δὲ διὰ τούτων, ὅτι ἐὰν νῦν ἐμὲ ἐν τοιούτῳ γενόμενον συγκλεισμῷ καὶ ἐν ἐσχάτῃ ἀπορίᾳ τῆς ἐν ἀνθρώποις σωτηρίας ἐξαγάγῃς ἐντεῦθεν ἀμειψάμενός μου τὰς ἀγαθὰς πράξεις, ἕξουσιν ἀγαθὰς ἐλπίδας καὶ οἱ λοιποὶ δίκαιοι ἐμὲ ὑπόδειγμα πρὸ ὀφθαλμῶν ἔχοντες.