Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμδʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-43
Not analysed yet
Ὑψώσω σε, ὁ θεός μου, ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οὔτε δι’ ὀργάνου τοῦ καλουμένου ψαλτηρίου λέλεκται τὰ προκείμενα οὔτε δι’ ᾠδῆς, καθ’ ἕτερον δὲ τρόπον αἴνεσις ἐπιγέγραπται. Ἐφ’ ἑκάστῳ δὲ στίχω τὰ παρ’ Ἑβραίοις εἰκοσιδύο στοιχεῖα προτέτακται. ἄρχεται δὲ ὁ ὕμνος ἀπὸ τοῦ· ὑψώσω σε, ὁ θεός μου. τὸ δὲ ὑψώσω σε παρ’ Ἑβραίοις ἀπὸ τοῦ ἄλφ στοιχείου τὴν ἀρχὴν ἔχει.