Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμδʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-40
Not analysed yet
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τὸ καθ’ ἑκάστην ἡμέραν τὴν ἀρχὴν ἔχει ἀπὸ τοῦ δευτέρου τοῦ παρ’ Ἑβραίοις στοιχείου τοῦ καλουμένου βήθ. Ἐπειδὴ ὕμνος ἐστὶν ὁ προκείμενος, διδάσκει, ὅτι προσήκει ὥσπερ ὀφειλὴν ἑκάστης ἡμέρας τῷ θεῷ τὸν ὕμνον ἀποδιδόναι ὡς μηδὲ μιᾶς ἡμέρας ὀλιγωρεῖν καὶ ἀπολιμπάνεσθαι. Διανοίᾳ μὲν οὖν καὶ λογισμοῖς καὶ αὐτῇ τῇ ἐν ἡμῖν πνεύματος δυνάμει αὐτὸν τὸν θεὸν ὑψοῦμεν καὶ εὐλογοῦμεν ,χείλεσι δὲ καὶ θνητοῖς ῥήμασι καὶ ὀνόμασι τοῦ θεοῦ τὸ ὄνομα δοξάζομεν. Ἀντὶ δὲ τοῦ καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ὁ μὲν Ἀκύλας εἰς ἔτι ,ὁ δὲ Σύμμαχος διηνεκῶς ἡρμήνευσαν.