Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμεʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-44
Not analysed yet
Ἀλληλούια. Ἀγγαίου καὶ Ζαχαρίου. Αἴνει, ἡ ψυχή μου, τὸν κύριον. αἰνέσω κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω. Τὸ ἀλληλούια αἶνον κυρίου σημαίνει· οὕτως γὰρ ἑρμηνεύεται ἡ λέξις. ἔστιν οὖν καὶ τὸ προκείμενον αἶνος. διὸ δὴ ἀρχόμενός φησιν ὁ λόγος· αἴνει, ἡ ψυχή μου, τὸν κύριον, ἤτοι τοῦ πνεύματος τῇ ψυχῇ παρακελευομένου ἢ αὐτῆς ἑαυτῇ. Εἶθ’ ὑπακούσασα τῷ προστάγματι προθύμως ἀποκρίνεται λέγουσα· αἰνέσω κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω. εἰ δὲ ἀθάνατός ἐστιν ἡ ψυχὴ ἀεί τε ζῇ καὶ ὑπάρχει καὶ μετὰ τὴν τοῦ σώματος ἀπαλλαγήν, δυνάμει φησίν· ὡς ἄρα οὐδεπώποτε παύσομαι αἰνοῦσα τὸν κύριον, ἀλλ’ εἰς μακροὺς αἰῶνας καὶ πάντα τὸν τῆς ἀθανάτου ζωῆς μου βίον οὐδὲν ἕτερον πράττουσα τοῦ αἰνεῖν τὸν κύριον διατελέσω. ὡς ψυχῆς δὲ ἀκουστέον λεγούσης τὸ ἕως ὑπάρχω, οὐχ ὡς μελλούσης μετὰ ταῦτα μὴ ὑπάρχειν, ἀλλ’ εἰς ἄπειρον τὸν τῆς ὑπάρξεως αὐτῆς χρόνον αἰνέσειν ἐπαγγελλομένης τὸν κύριον.