Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμεʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-41
Not analysed yet
Μὴ πεποίθατε ἐπ’ ἄρχοντας καὶ ἐφ’ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Ἐκ παραθέσεως τῶν μὴ αἰνούντων τὸν θεόν, τὰ θνητὰ δὲ ἀξιώματα καὶ τὰς ἐν ἀνθρώποις ἀρχὰς θαυμαζόντων τὴν ἀπὸ τοῦ αἰνοῦ τοῦ θεοῦ ὠφέλειαν παρίστησι. διόπερ μὴ χρῆναι ἐπὶ υἱοῖς ἀνθρώπων καὶ ἄρχουσιν πεποιθέναι παραινεῖ.