Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμζʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-46
Not analysed yet
Ἐπαίνει, Ἱερουσαλήμ, τὸν κύριον, αἴνει τὸν θεόν σου, Σιών, ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Ἀκολούθως τῷ πρὸ τούτου καὶ ταῦτα συνῆπται· ἐν ἐκείνῳ μὲν γὰρ ἡ μετὰ τὴν αἰχμαλωσίαν ἐπάνοδος καὶ τῆς Ἱερουσαλὴμ ἡ μετὰ τὴν ἐπάνοδον οἰκοδομὴ ἐπροφητεύετο, ἐνταῦθα δὲ τῆς οἰκοδομῆς ἡ φυλακὴ καὶ τὸ ἀσφαλὲς καὶ τὸ βέβαιον.