Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμϛʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.12-15
Not analysed yet
Ἦλθε δέ τις εἰς ἡμᾶς φυσικὸς λόγος, ὡς μὴ τρεφομέμων νεοττῶν τῶν κοράκων ὑπὸ τῶν γεννησάντων ὁμοίως τοῖς τῶν ἄλλων ὀρνέων νεοττοῖς· καταλείπεσθαι μὲν γάρ φασι τῶν κοράκων τοὺς νεοττοὺς ὑπὸ τῶν γεγεννηκότων, τρέφεσθαι δὲ ἄλλως παραδόξῳ τοῦ θεοῦ δυνάμει· μηκέτι γὰρ αὐτοῖς πλησιαζόντων τῶν γεγεννηκότων κεχηνέναι τὸ στόμα τροφῆς ἐνδείᾳ καὶ ἑοικέναι ἐπικαλουμένοις τὸν θεὸν φυσικῆ τινὶ ἐνεργείᾳ τὴν τροφὴν αἰτοῦντας παρὰ τοῦ τὸ εἶναι αὐτοῖς δεδωρημένου. οὕτω δὲ φέρεσθαι αὐτοῖς τινὰ ἐξ ἀέρος τροφὴν κατὰ τοῦ στόματος ὑπό τινος αὔρας συνωθουμένην.