Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-6
Not analysed yet
Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τῷ κυρίῳ ἐξομολογήσασθαι δεῖ κατά τε τὸ ὁμολογεῖν τὰ ἑαυτῶν πλημμελήματα ὡς ἰατρῷ κατά τε τὸ εὐχαριστεῖν αὐτῷ ἐπὶ ταῖς εἰς ἡμᾶς εὐεργεσίαις τὸ ἐχέγγυον τῆς παρ’ αὐτοῦ θεραπείας ἔχοντας, ὅτι μὴ μόνον χρηστός ἐστιν, ἀλλὰ καὶ παρατείνει τὸ ἔλεος αὐτοῦ εἰς πάντα τὸν παρόντα αἰῶνα.