Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.21-2
Not analysed yet
Εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. καὶ ἐρεῖ πᾶς ὁ λαός· γένοιτο γένοιτο. Ἀκολούθως τῷ ἀποστόλῳ φήσαντι· ἐν παντὶ εὐχαριστεῖτε ,καὶ νῦν ὁ λόγος διδάσκει πάντοτε εὐλογεῖν τὸν θεὸν καὶ ἐφ’ οἷς ἐλεεῖ καὶ ἐφ’ οἷς παιδεύει καὶ ἐφ’ οἷς σῴζει. διδάσκει δὲ πάντα τὸν λαὸν τοῦτο βεβαιοῦν τὸ δόγμα, ὡς ἂν εὐσεβοῖεν ἀεὶ καὶ πάντοτε τὸν θεὸν εὐλογοῦντες, ἐφ’ οἷς παιδεύει καὶ μαστίζει καὶ κολάζει καὶ ἐφ’ οἷς τε ἐλεεῖ καὶ σῴζει καὶ φιλανθρωπεύεται· ἀεὶ γὰρ καὶ πάντοτε καὶ ἐπὶ πᾶσιν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος εὐλογητὸς κύριος ὁ θεὸς ἡμῶν, καὶ ἐρεῖ πᾶς ὁ λαός· γένοιτο γένοιτο.