Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρζʹ Κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-7
Not analysed yet
Ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου. ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. Ὁ τοῦ σωτηρίου μακαρισμοῦ γενόμενος ἄξιος, δι’ οὓς εἴρηται· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται, εἴποι ἂν θαρρῶν τῇ ἑαυτοῦ καθαρότητι· ἑτοίμη ἡ καρδία μου, ὁ θεός . ὁ προφήτης οὖν τὰ φίλα καὶ συγγενῆ τῷ ἁγίῳ πνεύματι δι’ ἐναρέτων ἔργων ἐπιτελέσας τῷ τούτων δοτῆρι θεῷ τὴν προκειμένην εὐχὴν ἀναπέμπει τοιαῦτα δή τινα δι’ αὐτῆς λέγων· ἰδού σοι, δέσποτα βασιλεῦ, τὰ παρὰ τῆς ἐμῆς δυνάμεως παρεσκεύασται. πέμπε σου τὸ πανάγιον πνεῦμα καὶ τὴν προφητικὴν δωροῦ χάριν· ἤδη γὰρ καὶ τὰ τῆς γλώττης ἐξυπηρετεῖσθαι τῷ πνεύματί σου τῷ ἁγίῳ προθυμεῖται. αὐτίκα γοῦν, εἰ παραγένοιτο καὶ πληρώσειέ μου τὴν καρδίαν, ᾄσομαι καὶ ψαλῶ ἀπολαβὼν τὴν ἐμαυτοῦ δόξαν, τουτέστι τὴν προφητικὴν χάριν.