Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρζʹ Κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-7
Not analysed yet
Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα. ἐξεγερθήσομαι ὄρθρου. Μήποτε τὰς δυνάμεις τῆς ἑαυτοῦ ψυχῆς καὶ τοῦ σώματος ἀνεγείρει διὰ τὴν μέλλουσαν εἰς αὐτὸν γίγνεσθαι τοῦ θείου πνεύματος ἐπίπνοιαν. διό φησιν· ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα ,κατὰ διάνοιαν κιθάραν μὲν ἐκλαμβανόντων ἡμῶν τὰ μέλη τοῦ σώματος καὶ τὰ αἰσθητήρια, δι’ ὧν ὁ νοῦς ἀνακρούεται, ὅτι δ’ ἂν βούληται, ψαλτήριον δὲ τὰς ἀσωμάτους καὶ λογικὰς τῆς ψυχῆς δυνάμεις. ἃ δὴ παρασκευάζων εἰς τὴν τοῦ πνεύματος ὑποδοχήν φησιν· ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα. καὶ ἐπειδὴ τὰς ἀπαρχὰς τῆς ἑαυτῶν ζωῆς καὶ πάσης τῆς μεθημερινῆς πράξεως προσήκει ἀνατιθέναι τῷ θεῷ, εἰκότως ὁ παρὼν λόγος τοὺς ὄρθρους ἀπολαμβάνων καὶ τοὺς καιροὺς τῆς ἐπιλάμψεως τοῦ φωτὸς ὡς ἐπιτηδείους τούτους προκρίνει τοῦ λοιποῦ τῆς ἡμέρας διαστήματος. διὸ καὶ ἐντεῦθεν ἀπαρχόμενος ἀνατίθησι τῷ θεῷ τὰς ἑαυτοῦ πράξεις καί φησιν· ἐξεγερθήσομαι ὄρθρου.