Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρηʹ Πάθη Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-8
Not analysed yet
Εἰς τὸ τέλος· τῷ Δαυὶδ ψαλμός. Συνήθως καὶ ἐν τούτῳ ἀντὶ τοῦ εἰς τὸ τέλος ὁ μὲν Ἀκύλας τῷ νικοποιῷ ἐκδέδωκεν, ὁ δὲ Σύμμαχος ἐπινίκιον εἴρηκε μονονουχὶ διδάσκοντος ἡμᾶς τοῦ ἁγίου πνεύματος, ὅτι δὴ ἐπὶ τοῖς ἐπινικίοις τοῦ σωτῆρος ἡμῶν καὶ τοῖς κατὰ τοῦ θανάτου τροπαίοις καὶ τὰς παρούσας φωνὰς ἐγκαταλέγειν προσήκει, ἐν αἷς ὁ ἀνθρώπινος αὐτοῦ παρίσταται βίος καὶ ἡ ὑπομονὴ τῶν παθημάτων.