Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρζʹ Κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-7
Not analysed yet
Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. ἐν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν. Οὐ γὰρ διὰ παρατάξεως ὁπλιτικῆς οὐδὲ διὰ ἀνθρωπίνης συμμαχίας ἐλπὶς ἡμῖν στῆναι πρὸς τὰς μελλούσας ἐπανίστασθαι ἡμῖν θλίψεις, ἀλλ’ ἐν σοί, τῷ θεῷ, ποιήσομεν δύναμιν ἡμεῖς, οἷς ἐπηγγείλω ἐπιβῆναι τῷ σαυτοῦ ὑποδήματι καὶ καταξιώσειν τῆς σεαυτοῦ ὑποταγῆς τε καὶ φιλίας · οἱ μὲν γὰρ τούτων ἀπόβλητοι γενόμενοι ὡμολόγησαν ἀπεῶσθαι διὰ τὸ μηκέτι ἐξιέναι τὸν θεὸν ἐν ταῖς δυνάμεσιν αὐτῶν. ἡμεῖς δὲ ἐν τῷ θεῷ ἡμῶν ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἀοράτῳ καὶ κρυφαίᾳ χειρὶ ἐξουδενώσει τοὺς θλίβοντας.