Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρθʹ Νίκη Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-9
Not analysed yet
Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Σφόδρα καὶ ἀκριβῆ καὶ ἀληθῆ λόγον ἐπεσημήνατο ὁ σωτὴρ ἡμῶν εἰρηκώς· πῶς οὖν ὁ Δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον; οὐ γὰρ ἂν ἐκτὸς πνεύματος ἁγίου οἷός τε εἰπεῖν ὁ Δαυὶδ τό· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου· πόθεν γὰρ παρῆν ἀνθρωπίνῳ λογισμῷ ἡ γνῶσις τῆς τοῦ πατρὸς πρὸς τὸν ὠνομασμένον αὐτοῦ κύριον κοινολογίας; ὁ μὲν οὖν θρόνος τὴν βασιλικὴν ἀξίαν σημαίνει, ἡ δὲ κάθισις τὸ βέβαιον καὶ τὸ ἑδραῖον καὶ τὸ ἀσάλευτον τῆς ἐν τῇ βασιλείᾳ διαμονῆς, τὸ δὲ ἐκ δεξιῶν τὸ τῶν ἀγαθῶν εἶναι καὶ δεξιῶν τοῦ πατρὸς δωρημάτων κοινωνόν· πάντα γὰρ τὰ δεξιὰ φαιδρά τε καὶ ἀγαθὰ καὶ σωτήρια χορηγεῖ ὁ υἱὸς ὡς παρὰ πατρός. ἐχθροὺς δέ φησι τοὺς διὰ τοῦ προτεταγμένου ψαλμοῦ δεδηλωμένους, καὶ οὐ μόνον, ἀλλὰ καὶ πάσας τὰς ἀντικειμένας δυνάμεις· πάντα γὰρ ὑπὸ τοὺς πόδας αὐτοῦ θήσειν ὁ πατὴρ ἐπαγγέλλεται διὰ τοῦ προκειμένου ψαλμοῦ.