Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρηʹ Πάθη Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.12-6
Not analysed yet
Ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου. Πολλῶν τίνων ἢ πάντων τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν καὶ τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησιῶν; αὐτὸς γάρ ἐστιν ὁ εἰπών· ὅπου δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν . διὸ καθ’ ὅλης τῆς οἰκουμένης ἐν μέσῳ τῶν ἐκκλησιῶν παρὰ τοῦ κυρίου τῷ πατρὶ μεγίστη πρόεισιν εὐχαριστία τῆς ἐκ θανάτου σωτηρίας ὡς θεῷ παρ’ ἀνθρώπου συνελθόντων πρὸς αὐτὸν ἁπάντων τῶν δι’ αὐτοῦ σῳζομένων, ὧν ἴδιον τὸ σῴζεσθαι, διότι ἦσαν ὑπὸ τὴν ἀπώλειαν, Χριστὸς δὲ τὴν τούτων ἐσῴζετο σωτηρίαν, ὅσον ἐπέβαλε τῷ τοῦ Ἀδὰμ ὁμοιώματι σωτηρία ὢν θεοῦ κατὰ τὴν θείαν δύναμιν .