Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμβʹ Προσευχὴ ἐξομολογουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10-11
Not analysed yet
Γνώρισόν μοι, κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐπειδὴ οὐκέτι χαμαὶ κεῖται ἡ ψυχή μου, ἀλλ’ ἦρα αὐτὴν ἀπὸ τοῦ ἐδάφους, εἰς ὃ καταπέπτωκεν, καὶ ὅλην ταύτην σοι ἀνέθηκα. διὸ ἀνιστὰς χάρισαί μοι γνῶσιν τῆς ἐπὶ σέ, τὸν θεόν, διὰ μετανοίας φερούσης ὁδοῦ ἢ τῆς μετὰ τὴν ἀπὸ τοῦ σώματος ἀπαλλαγὴν ἀγούσης ἐπὶ τὰ οὐράνια· θνητὸς γὰρ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ ; καὶ κατὰ βούλημα τὸ σὸν πορεύεσθαι πράξει καὶ νοήσει ποθῶ.