Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμβʹ Προσευχὴ ἐξομολογουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9-13
Not analysed yet
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Ἐν τοῖς πειρασμοῖς καὶ ταῖς θλίψεσι τοῦ ἐλέους τοῦ θεοῦ δεόμεθα. τούτου δὲ τευξόμεθα, ἐὰν ἐγρηγορότως σχολάζωμεν ταῖς εὐχαῖς, καὶ μάλιστα κατὰ τὰς ἑωθινὰς ὥρας, ὥστε δύνασθαι λέγειν· ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω, ἐδίψησέ σε ἡ ψυχή μου. τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι . ἀναγκαῖον δὲ συνιέναι τὸν περὶ τοῦ ἐλέους τοῦ θεοῦ λόγον ὄντα πολὺν καὶ δυσερμήνευτον, ὃν ὁ μαθὼν εἴσεται, πῶς ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει . οὐδενὶ δὲ οὗτος ἀκουστὸς ἔσται ἢ μόνῳ τῷ ἐπὶ τὸν θεὸν ἠλπικότι ἐν πρωῒ καὶ ἀνατολῇ τοῦ νοητοῦ φωτὸς γενομένῳ.