Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρβʹ Διδασκαλία εὐχαριστίας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10-2
Not analysed yet
Εὐλογεῖτε τὸν κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Πολλῶν ὄντων ταγμάτων ἐν τοῖς ἐπουρανίοις, ὧν ἐκ μέρους τινὰ καταλέγει ὁ ἀπόστολος φάσκων· ὑπὲρ ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι · καὶ πάλιν· εἴτε ὁρατὰ εἴτε ἀόρατα εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι ,ἓν τάγμα τούτων τὸ ἀγγελικὸν καταλέξας ἐν τῷ ψαλμῷ ὁ λόγος ἑξῆς ὁμοῦ τῶν λοιπῶν ἁπάντων μίαν συνάφειαν ποιεῖται, ὡς ἂν μὴ ἀναγκάζοιτο λέγειν εὐλογεῖτε τὸν κύριον θρόνοι αὐτοῦ καὶ ἐξουσίαι αὐτοῦ καὶ ὅσα ἄλλα τοιαύτης ἠξίωται τιμῆς. διὸ συλλήβδην ὁμοῦ πάσας τὰς δυνάμεις ἐπὶ τὴν εὐλογίαν καλεῖ. Ἀλλ’ ἐπειδήπερ εἰσὶ καὶ ἀντικείμεναι δυνάμεις καὶ ἀρχαὶ καὶ ἐξουσίαι καὶ κοσμοκράτορες τοῦ σκότους τούτου καὶ πνευματικὰ τῆς πονηρίας ,σφόδρα ἀναγκαίως ἐπιφέρει, τίνας βούλεται καὶ ὁποίας δυνάμεις εὐλογεῖν τὸν κύριον, ὅτι μὴ πάσας, μὴ δὴ τὰς ἐναντίας, ἀλλὰ μόνας τὰς ἀξίας. διό φησιν· λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ. εἰ δὲ καὶ ταύταις προστάττει τὸ πνεῦμα τὸ ἅγιον εὐλογεῖν, καὶ αὐτῶν ἕτερόν ἐστιν ὡς καὶ τῶν ἀγγέλων. δυνάμεις δὲ θεοῦ ἡγητέον λέγεσθαι ἤτοι ζῳὰ λογικά τινα πνεύματα ταύτην τὴν προσηγορίαν διὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς πληρεστάτην δύναμιν ἐσχηκότα ἢ πάντα τά ,ἵν’ οὕτως εἴπω, στρατιωτικὰ τάγματα τῶν λογικῶν. κατ’ ἄμφω δὲ ταῦτα σημαινόμενα ὁ τοῦ θεοῦ υἱὸς κύριος τῶν δυνάμεών ἐστιν. διὸ καὶ εὐλογοῦσιν αὐτὸν ὄντα κύριον ἑαυτῶν. αὗται δὲ κατὰ διττὸν σημαινόμενον αἱ δυνάμεις λειτουργοί εἰσι θεοῦ ὑπηρετοῦσαι αὐτῷ εἰς ἃ βούλεται ποεῖν δι’ αὐτῶν ἐπ’ εὐεργεσίᾳ καὶ ὠφελείᾳ τοῦ παντός. διὸ καὶ ποιεῖν τὰ θελήματα αὐτοῦ εἴρηνται. προαπέδειξεν ἡμῖν ὁ λόγος, ὅτι τὰ ἐν πρακτέοις κυρίως ἀγαθὰ οὐκ ἄλλα τῶν ἀρετῶν ὄντα τοῦ θεοῦ θελήματα εἰσίν.