Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρβʹ Διδασκαλία εὐχαριστίας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11-2
Not analysed yet
Εὐλογεῖτε τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον. Ἡ τῆς ἀκολουθίας διάνοια τοῦτον ἔοικεν ὑποβάλλειν τὸν νοῦν· εἰ μὲν ἀγγέλων ἦν, φησίν, μόνον καὶ θείων δυνάμεων καὶ οὐρανίων λειτουργῶν θεοῦ τὸ εὐλογεῖν αὐτόν, καλῶς ἂν εἶχέ σε, ὦ ψυχή, ὑποστέλλεσθαι καὶ μετρεῖν σαυτὴν τοῖς κρείττοσι παραχωροῦσα τὴν εὐλογίαν. ἐπειδὴ δὲ ὁ θεῖος λόγος πᾶσι τοῖς ἔργοις αὐτοῦ εὐλογεῖν τὸν κύριον προστάττει –προσήκει γὰρ πᾶσαν τὴν κτίσιν κατὰ τὴν αὐτῆς δύναμιν τὸν πρέποντα ὕμνον ἀποδιδόναι τῷ θεῷ –τί μέλλεις, ὦ ψυχή, οὐχὶ καὶ αὐτή, ἅτε ἔργον οὐκ εὐκαταφρόνητον οὖσα τοῦ θεοῦ, ἀλλὰ κατ’ εἰκόνα τὴν αὐτοῦ πεποιημένη, ἀνεγείρειν σαυτὴν ἐπὶ τὴν θεολογίαν καὶ εὐλογίαν αὐτοῦ; μὴ γὰρ νόμιζε, παρὰ τὸν τόπον ἐπιτηδείους τινὰς εἶναι τῇ εὐλογίᾳ καὶ πάλιν ἑτέρους ἀνεπιτηδείους τόπου ἕνεκα· οὐδὲ γὰρ μᾶλλον ἐν οὐρανῷ ἢ ἐπὶ γῆς ὁ εὐλογῶν εὐλογεῖ· ἐν παντὶ γὰρ τόπῳ τῆς δεσποτείας αὐτοῦ ἡ ἀρετὴ διὰ τῶν ἀγαθῶν πράξεων ἀξίους τοῦ εὐλογεῖν αὐτὸν τοὺς εὐλογοῦντας ἀπεργάζεται. ἀλλὰ καὶ αὐτὰ τὰ στοιχεῖα καὶ τὰ μέρη τοῦ κόσμου σιωπῶντα, ἅτε δὴ ἄλογα καὶ ἄψυχα ὄντα, καὶ αὐτὸ μόνον ὁρώμενα καὶ τῇ χρείᾳ τοῦ παντὸς συμβαλλόμενα τά τε τῶν θηρίων βλαπτικώτατα καὶ τὰ ἑρπετὰ καὶ ὅσα ἄλλα νενόμισται οὐκ εἰς ἀνθρώπων χρῆσιν κατεσκευάσθαι, πάντα λόγοις τισὶν ἀρρήτου σοφίας ἀναγκαίως καὶ τῷ παντὶ λυσιτελῶς ὑποστάντα εἰς τὸν τοῦ θεοῦ ὕμνον καὶ εἰς τὴν εὐλογίαν αὐτοῦ τὰ μέγιστα συμβάλλοιτο· ἐπεὶ γὰρ ἡ δεσποτεία αὐτοῦ κατὰ τὰ εἰρημένα πάντων δεσπόζει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ἀκολούθως πάντα τὰ ἔργα αὐτοῦ ὡς ἂν ὑπὸ τὴν αὐτοῦ δεσποτείαν ὄντα, εὐλογείτω αὐτόν. τὰ μὲν ἐπουρανία κατ’ ἀξίαν τοῦ τόπου καὶ ἕκαστος κατ’ ἀξίαν τοῦ ἰδίου τόπου εὐλογείτω αὐτόν. κατὰ τοῦτον δὴ τὸν τρόπον καὶ σύ, ὦ ψυχή, ἕως μὲν ἐπὶ γῆς τὰς διατριβὰς ποιῇ μαθοῦσα, ὅτι καὶ ἡ γῆ μέρος τῆς δεσποτείας αὐτοῦ ἐστιν, εὐλόγει αὐτὸν, ἐν ὧ τυγχάνεις διατρίβουσα τόπῳ. εἰ δέ ποτε καὶ ἑτέρου καταξιωθείης μεταβᾶσα ἀπὸ τοῦ γεώδους χωρίου ἐπί τινας κρείττους καὶ διαφερούσας μονὰς τῆς δεσποτείας αὐτοῦ, κἀκεῖ γενομένη εὐλόγει τὸν σεαυτῆς κύριον σὺν ἀγγέλων χοροῖς καταλεχθεῖσα. τότε γοῦν τὴν τελείαν εὐλογίαν ὑπὲρ τῶν τελείων καὶ ἐπουρανίων ἀγαθῶν τῷ σῷ ἀποδώσεις κυρίῳ.