Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10-4
Not analysed yet
Καὶ εἶπε τοῦ ἐξολεθρεῦσαι αὐτούς, εἰ μὴ Μωυσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ τοῦ ἀποστρέψαι τὴν ὀργὴν αὐτοῦ τοῦ μὴ ἐξολεθρεῦσαι. Ἔχεις ἐν τῇ ἱστορίᾳ, ὅπως εἶπε Μωυσῆς τῷ κυρίῳ· εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες, εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ἧς ἔγραψας . δι’ ὧν τὸ χρηστὸν καὶ φιλάνθρωπον καὶ ἀνεξίκακον τὸν τοῦ Μωυσέως τρόπον μιμεῖσθαι διδασκόμεθα· ἔδει γὰρ τὸν ἀγαθοῦ θεοῦ θεράποντα ζηλωτὴν εἶναι τοῦ θεοῦ τοῦ πρὸς αὐτοῦ θεραπευομένου. διὰ τοῦτο γοῦν ὥσπερ ἐξεπίτηδες εἶπεν ὁ θεὸς τῷ Μωυσῇ· ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτούς ,ὅπως ἡ τοῦ θεράποντος διάθεσις ἐπιδειχθῇ καὶ τὸ γνήσιον τῆς περὶ τὸν λαὸν διαθέσεως· ἐδύνατο γὰρ ὁ θεὸς καὶ μηδὲν εἰρηκὼς τῷ Μωυσῇ ἐκτρίψαι τὸν λαὸν ἀσεβήσαντα. ἀλλὰ τοῦτο μὲν οὐ ποῖει, λέγει δὲ αὐτῷ ἔασόν με ὡσπερεὶ κωλυόμενος ὑπὸ τῶν εὐχῶν δηλαδὴ τῶν ὑπὲρ τοῦ λαοῦ πρὸς αὐτὸν ἀναπεμπομένων.