Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11-5
Not analysed yet
Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν, οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ. καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς κυρίου. καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ αὐτοῖς τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσιν καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις. Πρῶτον παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ . δεύτερον ἐπείρασαν τὸν θεὸν ἐν τῇ ἐρήμῳ . τρίτον παρώργησαν Μωυσὴν ἐν τῇ παρεμβολῇ . τέταρτον ἐποίησαν μόσχον ἐν Χωρήβ . πέμπτον ἐξουθένησαν γῆν ἐπιθυμητήν, ὅτε ἐπανελθόντες οἱ κατάσκοποι ἀπηγόρευσαν καὶ κακῶς εἶπαν τὴν γῆν τῆς ἐπαγγελίας ἀνέτρεψάν τε τὰς προαιρέσεις τοῦ λαοῦ, ὁπηνίκα Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ Χαλὲβ ὁ τοῦ Ἰεφωνῆ παρελθόντες εἰς μέσον τἀναντία τοῖς λοιποῖς περὶ τῆς γῆς ἀπήγγειλαν.