Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλαʹ Προσευχὴ τοῦ Δαυὶδ καὶ ἐπιφάνεια Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10-9
Not analysed yet
Ὅτι ἐξελέξατο κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τὴν Σιὼν ἀναφέρωμεν ὡς καὶ ἐν τοῖς προλαβοῦσιν εἰς τὴν τῆς ἀρετῆς τελείωσιν πιστούμενοι τὸν λόγον ἀπὸ τῆς ᾠδῆς τῆς λεγούσης· οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος Σιών . οἱ δ’ οὖν πάντες, οἳ ἐξ ἐθνῶν διὰ Χριστοῦ τὸν τῶν ὅλων ἐπιγνόντες θεὸν καὶ ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας μέχρι θανάτου ἀγωνιζόμενοι ἔργοις αὐτοῖς δείκνυνται πεποιθότες ἐπὶ κύριον, διὰ τί μὴ λεχθεῖεν καὶ οὗτοι Σιών ; περὶ τούτων τοίνυν καὶ τῆς ἐκ τῶν τοιούτων συνεστώσης Χριστοῦ ἐκκλησίας καὶ ἡ παροῦσα ᾠδή φησιν· ὅτι ἐξελέξατο κύριος τὴν Σιὼν καὶ τὰ ἑξῆς. Εἰ δὲ τὴν αἰσθητὴν νομίζοι τις Σιὼν λέγεσθαι, πῶς σώσει τὸ φάσκον λόγιον· αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος; ἡ γὰρ νῦν Σιὼν ὡς ἀγρὸς ἠροτρίωται ,καὶ γέγονε πόρνη πόλις πιστὴ Σιὼν ὀφθαλμοῖς τε δείκνυται ἠριπωμένη. Πρέποι δ’ ἂν ὑπὸ τοῦ θεοῦ λέγεσθαι προηγουμένως μέν, περὶ ἧς εἴρηται· προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ ,καὶ περὶ τῆς ἁγίας ἐκκλησίας καὶ περὶ πάσης ψυχῆς τῆς ἐπ’ αὐτὸν πεποιθυίας ,ἐπεὶ καὶ ἐν ἑτέροις ἐπαγγέλλεται λέγων· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω ,δῆλον δ’ ὅτι τοῖς χωρητικοῖς τῆς αὐτοῦ θεότητος.