Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλαʹ Προσευχὴ τοῦ Δαυὶδ καὶ ἐπιφάνεια Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9-11
Not analysed yet
Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ἑνὶ μὲν τῷ ἀπὸ τῆς κοιλίας σου καρπῷ γενησομένῳ Χριστῷ δοθήσεται ὁ σοὶ ἐπηγγελμένος ὑπ’ ἐμοῦ θρόνος, καθεσθήσονται δ’ ἐπ’ αὐτόν, δηλαδὴ τὸν τοῦ Χριστοῦ θρόνον, οἱ αὐτοῦ μαθηταὶ καὶ διάδοχοι. πλὴν οὐδεὶς φθόνος καὶ τοῖς σοῖς υἱοῖς, ὦ Δαυίδ, τουτέστι τοῖς ἐκ περιτομῆς, καὶ εἰ παραδέξοιντο τὸν Χριστὸν καὶ εἰ φυλάξαιντο τὴν διαθήκην μου καὶ τά μαρτύριά μου, οὐ τὰ διὰ τῆς πρώτης νομοθεσίας δεδομένα, ἀλλὰ ταῦτα, ἃ διδάξω αὐτούς, μέλλοντα αὐτοῖς ὕστερόν ποτε παραδοθήσεσθαι διὰ τῆς καινῆς διαθήκης· εἰ γὰρ φυλάξοιντο ταῦτα, καὶ αὐτοὶ καθεδοῦνται ἐπὶ τοῦ θρόνου σου τοῦ τῷ Χριστῷ ἡτοιμασμένου. εἰ δὲ μὴ φυλάξοιντο, αὐτοὶ ἑαυτοὺς ἀλλοτρίους τῆς ἐπαγγελίας καταστήσουσιν. ὁπόσοι δὲ ἐπὶ τὸν Χριστοῦ θρόνον ἐκαθέσθησαν τῶν ἐκ περιτομῆς, διαγνῶναι ἔστιν ἀπὸ τοῦ πλήθους τῶν ἀποστόλων αὐτοῦ καὶ τῶν μετὰ τοὺς ἀποστόλους μαθητῶν, ἀφ’ ὧν τοῦ τῆς ἐπισκοπῆς θρόνου πλεῖστοι ὅσοι κατηξιώθησαν.