Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ργʹ Διδασκαλία ἐξομολογήσεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10.1
Not analysed yet
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Ἐν τούτοις παρίστησιν, ὅτι, ὥσπερ τὸ τῆς γῆς στοιχεῖον πολλῶν ἐστι ζῴων γεννητικὸν καὶ θρεπτικόν, τὸν αὐτὸν τρόπον καὶ ἡ ὑγρὰ οὐσία παμπληθῆ ζῴων γένη τρέφει. ἡ δὲ θάλασσα ἡ μεγάλη, ἣν Ἑλλήνων παῖδες Ὠκεανὸν καλοῦσι, διχόθεν ἀναστομωμένη ἐκ τοῦ Ἰνδικοῦ πελάγους, ἐπὶ τὸν Περσικὸν ἀναπλουμένη κόλπον καὶ διὰ τῆς καλουμένης Ἐρυθρᾶς ἐπὶ τὰ ἑῷα τῆς Αἰγύπτου φερομένη εἴς τε Ἡρακλείων στηλῶν κατὰ θάτερον μέρος ἀρχομένη, εὐρυνομένη ἠρέμα κατὰ τὰ μεσαίτατα τὴν πλείστην ὑπηρεσίαν ἀνθρώποις παρέχει, τῶν ναυτιλλομένων καὶ διὰ θαλάττης πορείας τε καὶ ἀποδημίας ἐπὶ ἐμπορεία βίου στελλομένων χρησίμως καὶ ἀναγκαίως, ὡς τὰ ἔν τισι χώραις σπανίζοντα εὐπορία γίγνοιτο ἐκ τῶν ἀπὸ τῆς ἀλλοδαπῆς κομιζομένων. Χρὴ οὖν καὶ τούτων τὴν μνήμην μὴ παρελθεῖν, ὡς ἂν τέλειος ὁ περὶ τοῦ παντὸς ἀποδοθείη λόγος· καὶ ἐν τούτῳ γὰρ ὑπερεκπλήττεσθαι δεῖ τῆς θείας οἰκονομίας τὸ μέγα θαῦμα, ὅπως ἂν οἱ βραχυτάτῳ ξύλῳ τὴν ἑαυτῶν καταπιστεύσαντες ζωὴν τῷ βυθῷ ἑαυτοὺς ἐκδιδόασι φυλαττόμενοι ὑπὸ τῆς τοῦ θεοῦ χειρός, ὥστε ἔγγιστα ὄντα τὸν θάνατον καὶ πλησίον ἑστῶτα τοῦ βυθοῦ διαφεύγειν. τὸ δέ γε πάντων παραδοξότατον, ὅτι τοσούτων ἑρπετῶν ὄντων ἐν τῇ θαλάσσῃ κητῶν τε παμμεγεθεστάτων ὅμως διασῴζονται μηδένα λόγον τούτων ποιούμενοι διὰ τὴν τοῖς πᾶσιν ἐπιστατοῦσαν τοῦ θεοῦ δύναμιν. Εἶναι μὲν οὖν ἐπὶ τῆς θαλάσσης κήτη πολλὰ ἑρπετά τε ἀναρίθμητα τῷ πλήθει, σαφῶς ἡ πεῖρα παρίστησιν. οἱ δέ γε θεῖοι λόγοι ἰδίως δράκοντάς τινας ὀνομάζοντες τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου ,ἀφανεῖς δαίμονας καὶ ἀντικειμένας δυνάμεις τόν τε τῆς τούτων κακίας ἡγούμενον τὸν διάβολον τοῦτον αἰνίττεσθαι τὸν τρόπον εἰώθασιν. ὅτι δὲ τὰ περὶ τοῦ δράκοντος ἐπὶ δυνάμεις ἀντικειμένας ἀναφέρεται, σαφῶς παρίστησιν ἡ θεῖα γραφὴ ἐν μὲν ογ ψαλμῷ φήσασα περὶ τῶν δρακόντων καὶ περὶ τοῦ κατ’ ἐξοχὴν ὀνομαζομένου δράκοντος πολυκεφάλου τινὸς καὶ πάντων ἄρχοντος· σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος. ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι · καὶ ἐνταῦθα γὰρ ἀντὶ τοῦ δράκοντος τοῦ Λευιαθὰν πάλιν ἡ Ἑβραικὴ περιέχει γραφή. καὶ αὐτὸς δὲ ὁ κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ φησιν· ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ. περιθήσεις δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ. εἰλήσεις δὲ κρίκον ἐν μυκτῆρι αὐτοῦ ,καὶ τὰ ἑξῆς· πάλιν γὰρ καὶ ἐν τούτοις Λευιαθὰν εἴρηται ἐν τῷ Ἑβραικῷ. Καὶ ἐπὶ τέλος τοῦ χρηματισμοῦ φησιν· οὐκ ἔστιν οὐδὲν ὅμοιον αὐτῷ ἐπὶ γῆς πεποιημένον καταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου . ὅμοιον δ’ ἂν εἴη τοῦτο τῷ προκειμένῳ μέρει τοῦ μετὰ χεῖρας ψαλμοῦ, ἐν ὧ λέλεκται· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ· καὶ ἐν τούτῳ γὰρ ἐμπαίζεσθαι λέγεται ὁ δράκων ὑπὸ κυρίου, ἐν δὲ τῷ Ἰὼβ καταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων . τέως μὲν οὖν ἐμπαίζεται καὶ καταπαίζεται ,ἐπὶ τέλει δὲ τῶν πραγμάτων ὑπὸ τῆς μαχαίρας τοῦ θεοῦ ἀναιρεθήσεται τῆς μεγάλης καὶ ἰσχυρᾶς ἐν ἡμέρᾳ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς .