Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ργʹ Διδασκαλία ἐξομολογήσεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11-3
Not analysed yet
Πάντα πρὸς σὲ προσδοκῶσιν δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος. Ὅρα εἰ δυνήσῃ καθολικὸν ἀπὸ τούτου ἐκλαβεῖν δόγμα, ὡς πάντων τῶν γενητῶν πενομένων λειπομένων τε καὶ δεομένων τῆς παρὰ του θεοῦ χορηγίας, ἧς μεταλαβόντα δυναμοῦται καὶ ἰσχύει ὥσπερ διὰ τροφῆς ζωούμενα. διὸ μόνος λέγεται ἔχειν ἀθανασίαν ,ὡς τῶν λοιπῶν ἁπάντων, εἰ μὴ μεταλάβοι τῆς παρ’ αὐτοῦ χορηγουμένης ζωῆς, ἐκλειπόντων καὶ ἀποθανουμένων. ἀλλ’ ὅ γε πανάγαθος ὑπὲρ τοῦ μή τι διαπεσεῖν τῶν ἅπαξ ὑπ’ αὐτοῦ γεγονότων ἄφθονον τοῖς πᾶσιν ἀνοίγων τὴν αὐτοῦ χεῖρα τὰ πάντα χρηστότητος ἐμπίπλησι. τὰ πάντα δὲ φήσας ὁ λόγος περιείληφεν ὁμοῦ τὰς νοητὰς καὶ ἁγίας δυνάμεις τάς τε αἰσθητὰς καὶ τὰς ἐν θνητοῖς σώμασιν· οὕτω γὰρ καὶ μᾶλλον μειζόνως ἡ ἀγαθότης διαλάμπει τῷ καὶ ἀξίοις καὶ μὴ ἀξίοις τῆς παρ’ αὐτοῦ χρηστότητος μεταδιδόναι.