Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10a
Not analysed yet
Ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. καὶ θυσάτωσαν θυσίαν αἰνέσεως καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει. Τίνας αὐτοὺς ἢ τοὺς προκατειλεγμένους; τούτους γὰρ τοὺς τοσαῦτα πεπονθότας καὶ ἐν τοσούτοις κακοῖς ἐξητασμένους ἀποσταλεὶς ἄνωθεν παρὰ τοῦ πατρὸς ὁ μονογενὴς αὐτοῦ υἱὸς ἰάσατο καὶ ἐρρύσατο ἐκ τῶν διαφθορῶν αὐτῶν, ὡς μηκέτι κατὰ τὸ παλαιὸν πλανᾶσθαι μηδὲ τὴν ὁδὸν τὴν σωτήριον καὶ τὴν πόλιν τοῦ θεοῦ, ἐφ’ ἣν σπεύδειν ὁ λόγος παρακελεύεται, ἀγνοεῖν μηδὲ πεινῆν καὶ διψῆν καὶ τὰς ψυχὰς λιμώττειν δι’ ἔνδειαν καὶ σπάνιν λογικῶν τροφῶν μηδ’ ἐν σκότει καὶ σκιᾷ θανάτου καθέζεσθαι μηδ’ ἐν πτωχείᾳ καὶ σιδήρῳ πεπεδῆσθαι μηδὲ εἰλῆσθαι περὶ τὰς τοῦ θανάτου πύλας ,ἀλλὰ τούτων μὲν ἁπάντων ἀπηλλάχθαι, γνωρίζειν δὲ μὴ μόνον, ἀλλὰ καὶ ὁδεύειν τὴν ὁδὸν τὴν φέρουσαν ἐπὶ τὴν οὐράνιον πόλιν καὶ σπεύδειν τυχεῖν τῆς τῶν οὐρανῶν βασιλείας. διὸ τρίτον μὲν ἤδη προστάττει ὁ λόγος ἐξομολογεῖσθαι τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καινοτέραν δὲ ἐπισυνάπτει παρακέλευσιν ἑξῆς ἐπιλέγων· καὶ θυσάτωσαν θυσίαν αἰνέσεως, οὐ τὰς διὰ Μωυσέως παρηγγελμένας, ἀλλὰ θυσίας τὰς διὰ τῆς Καινῆς Διαθήκης παραδεδομένας. ὁ γοῦν Ἀκύλας ἀκριβέστατα ἡρμήνευσεν εἰπών· καὶ θυσάτωσαν θυσίαν εὐχαριστίας ,σαφῶς διὰ τῆς τοιαύτης ἑρμηνείας τὰς τῆς Καινῆς Διαθήκης θυσίας, ἃς καὶ εὐχαριστίας ὀνομάζειν ἡμῖν ἔθος, παραστήσας τὰς λογικὰς καὶ ἀναιμάκτους. θύοντας δὲ ταύτας ἐξαγγέλλειν παρακελεύεται εἰς πάντας ἀνθρώπους τὰ εἰς αὐτοὺς γεγενημένα τοῦ θεοῦ λόγου κατορθώματα καὶ τοῦτο πράττειν ἐν ἀγαλλιάσει.