Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10b
Not analysed yet
Ὡς μηκέτι κατὰ τὸ παλαιὸν πλανᾶσθαι μηδὲ τὰς ψυχὰς λιμώττειν δι’ ἔνδειαν λογικῶν τροφῶν μηδὲ εἰλῆσθαι περὶ τοῦ θανάτου τὰς πύλας ,ἀλλ’ εἰδέναι καὶ ὁδεύειν τὴν ὁδὸν τὴν φέρουσαν ἐπὶ τὴν οὐράνιον πύλην. εἶτα ἐπειδὴ τοῖς ὁδοιποροῦσι καὶ ἰσχύος χρεία, εἰκότως ταῖς ἑαυτοῦ λογικαῖς τροφαῖς τὴν πάλαι διάκενον ψυχὴν ἐχόρτασε καὶ ἀντὶ σκότους καὶ ἀγνοίας θεοῦ εἰς τὸ τῆς γνώσεως φῶς μετεστήσατο καὶ ὑπὸ σκιὰν ζωῆς ἤγαγε –τὴν γὰρ ἐνταῦθα ζωὴν τῶν ἁγίων οὐκ ἂν ἁμάρτοις εἰπὼν σκιὰν τῆς αἰωνίου ζωῆς –καὶ πρὸς ἑαυτὸν ἑλκύσας ἀγάπης δεσμοῖς κατεδήσατο καὶ ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει κατεπλούτησεν, ὥστε ἡμᾶς ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι .