Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11
Not analysed yet
Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν. καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. Ταῦτα ἔσεσθαί, φησίν, διὰ τὰς προσευχὰς τῶν ταπεινούντων ἑαυτοὺς προφητῶν· ἐπιβλέψας γὰρ ὁ κύριος ἐπὶ τὴν τούτων προσευχήν, περὶ ἧς εἴρητο ἐν ἀρχῇ· προσευχὴ τῷ πτωχῷ ,ἀλλὰ καὶ μὴ ἐξουδενώσας τὴν δέησιν αὐτῶν, περὶ ἧς εἴρητο· καὶ ἐνώπιον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ ,ἀνοικοδομήσει τὴν Σιὼν καὶ τὰ προδηλωθέντα ποιήσει.