Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.12
Not analysed yet
Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον. Αὕτη, φησίν, ἡ διὰ τοῦ ψαλμοῦ ὥσπερ ἐν στήλῃ τυπωθεῖσα προσευχὴ καὶ ἡ προφητεία ἥ τε ἐπαγγελία περὶ τῶν ἐθνῶν νῦν μὲν λέγεται τῇ παρούσῃ γενεᾷ καὶ εἰς ἐξάκουστον τοῦ Ἰουδαίων ἔθνους ᾄδεται, ὅμως δ’ οὖν γραφῇ παραδοθήτω εἰς τὸ φυλάττεσθαι τὰ θεσπισθέντα τῇ ἑτέρᾳ γενεᾷ. διαρρήδην δὲ καὶ ἐν τούτοις τοὺς καθ’ ἡμᾶς σημαίνει χρόνους. ἐπιλέγει γοῦν καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον, ὃ καὶ αὐτὸ θαυμαστῶς προαναπεφωνημένον τέλους ἠξίωται μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν διὰ τοῦ ἐξ ἐθνῶν λαοῦ καὶ τῆς νῦν πολιτευομένης γενεᾶς.