Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμδʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11-14
Not analysed yet
Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν ἐπακούσεται καὶ σώσει αὐτούς. φυλάσσει κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολεθρεύσει. Ἀναγκαίως καὶ ταῦτα εἰς τὸν ὕμνον τοῦ θεοῦ παραλαμβάνεται προτρέποντα τοὺς ὑμοῦντας ἐπὶ τὴν ἐν θεῷ προκοπήν. διὸ καὶ ἀμειβόμενος τοὺς τοιούτους τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς· τῶν γὰρ μὴ τοιούτων οὔτε τὸ θέλημα ποιήσει, ἀλλ’ οὐδὲ τῆς δεήσεως αὐτῶν εἰσακούσας σώσει αὐτούς. ἔμπαλιν δὲ ὡς καταφρονητὰς καὶ ἀφόβους καὶ διὰ τοῦτο ἁμαρτωλοὺς γενομένους ὀλέθρῳ καὶ τῇ αἰωνίῳ τιμωρίᾳ παραδίδωσιν.