Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμδʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10-13
Not analysed yet
Δίκαιος κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. ἐγγὺς κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Ὁδοὺς αὐτοῦ τὰς πράξεις καὶ τὰς εὐεργεσίας δηλοῖ. ἐφ’ οἷς οὖν εὐεργετεῖ, ἐπὶ τούτοις καὶ δίκαιος ὢν ἕκαστον τῶν εὐεργετουμένων κρίνει καὶ τοῖς ἔργοις αὐτοῦ πᾶσιν ὅσιός ἐστιν οὐδὲν ἀνόσιον πώποτε διαπραττόμενος ὡς παρὼν τοῖς πᾶσι καὶ πλησιάζων τοῖς ὑφ’ ἑκάστου πραττομένοις ἐφορῶν τε τὰ γιγνόμενα. διὸ λέλεκται· ἐγγὺς κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν. Εἶτα ἐπειδὴ ὀλίγων ἐστὶ τὸ δύνασθαι ἐπιστημόνως αὐτὸν ἐπικαλεῖσθαι καὶ καταξιοῦσθαι αὐτοῦ τῆς ἀκοῆς, ἐπιφέρει ἀναγκαίως ἐπαναλαβὼν τὸν λόγον καί φησιν, ὅτι οὐ πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, ἀλλὰ μόνοις τοῖς ἐν ἀληθείᾳ τοῦτο πράττουσιν ἐπιτυγχάνει· τῶν γὰρ μὴ τοιούτων μακρὰν ἀφέστηκεν, οἷς καὶ φησίν· αἱ ἀμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν . περὶ τούτων δὲ καὶ ἀλλαχοῦ λέλεκται· διότι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται.