Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11-8
Not analysed yet
Ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Ὁ φιλαλήθης καὶ μηδέποτε προφέρων ψευδῆ λόγον διὰ στόματος εἴποι ἄν· ὁδὸν ἀληθείας ᾑρετισάμην. ἀλλὰ καὶ ὁ διὰ παντὸς πρὸ ὀφθαλμῶν διαθέμενος τὰ τοῦ θεοῦ κρίματα καὶ ἐπὶ πάσῃ λέξει μεμνημένος αὐτῶν ἐρεῖ· τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Ἀπὸ ποίων δὲ εἰς οἷα μετελήλυθεν ὁ κατὰ θεὸν προκόψας, παρίστησιν ἀνωτέρω μὲν εἰπών· ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου ,ἐνταῦθα δέ· ἐκολλήθην τοῖς μαρτυρίοις σου, μή με καταισχύνῃς . καὶ ἀνωτέρω μέν φησι· βεβαίωσόν με ,ὡς μήπω ἐν ἕξει τελείᾳ ὤν, ἐνταῦθα δέ· μή με καταισχύνῃς · τοῦτο γὰρ εἰώθει πάσχειν ὁ μετὰ τὴν ἐν θεῷ προκοπὴν ἐκπίπτων.