Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.10-7
Not analysed yet
Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ’ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ἀντὶ δὲ τοῦ ὁδὸν ἀδικίας ἀπόστησον ἀπ’ ἐμοῦ ὁ μὲν Ἀκύλας ὁδὸν ψεύδους ἀπόστησον ἀπ’ ἐμοῦ εἴρηκεν, ὁ δὲ Σύμμαχος ὁδὸν ψευδῆ περίελε ἀπ’ ἐμοῦ ,ὡς ἀληθεύειν τὴν προειρημένην ἐξήγησιν· εὔχεται γὰρ ἐκτὸς πάσης γενέσθαι ψευδοδοξίας καὶ τῆς περὶ τὰς θείας γραφὰς ψευδοῦς ὑπολήψεως.