Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11.1
Not analysed yet
Οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. εἶπεν, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς. ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων, ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς καὶ ἐπέταξε τῇ καταιγίδι καὶ ἔστη εἰς αὔραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν. ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Nοήσεις καὶ οὕτως· μνημονεύσας ὁ λόγος τῆς ἀφίξεως τοῦ λυτρωτοῦ καὶ σωτῆρος, δι’ οὗ τὰ προλελεγμένα πάντα κατώρθωται, ἑξῆς συνάπτει τὴν περὶ τῶν ἀποστόλων αὐτοῦ προφητείαν· αὐτοὶ γὰρ ἧσαν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ῥητῶς καὶ κατὰ λέξιν, ὥσπερ οὖν ἡ θεία γραφὴ τῶν εὐαγγελίων μαρτυρεῖ λέγουσα· παράγων δὲ ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. καὶ εἶπεν αὐτοῖς· δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον καὶ Ἰωάννην, καταρτίζοντας αὐτῶν τὰ δίκτυα καὶ ὁμοίως τούτους ἐκάλεσεν. τούτων τοιγαροῦν καὶ τῶν ἅμα αὐτοῖς ἀποστόλων ἡ παροῦσα προφητεία τὴν μνήμην σφόδρα ἀκολούθως συνῆψε τῇ τοῦ θεοῦ λόγου εἰς ἀνθρώπους παρουσίᾳ. αὐτοῖς τοιγαροῦν τούτοις καὶ τὰ νέα μυστήρια τῆς καινῆς διαθήκης πράττειν παρεκελεύετο λέγων· καὶ θυσάτωσαν θυσίαν αἰνέσεως καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει · ζητουμένου γάρ, τίσιν εἴρηται τὰ λελεγμένα, ἐπισυνῆψεν ἑξῆς σημαίνων, οἷς ὁ λόγος παρεκελεύσατο, διὰ τοῦ· οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. Ταῦτα δὲ προφητικῶς θεσπιζόμενα ἐπληροῦτο ῥητῶς καὶ πρὸς λέξιν· τῶν γὰρ μαθητῶν τοῦ σωτῆρος ἡμῶν ἐμπλεόντων σὺν αὐτῷ σεισμός, φησίν, ἐγένετο μέγας ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν ὑδάτων. οἱ δὲ προσπεσόντες εἶπον αὐτῷ· κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. ὁ δὲ πρὸς αὐτοὺς φήσας· τί δειλοί ἐστε, ὀλιγόπιστοι; ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη · αὐτοὶ γὰρ εἴδοσαν τότε τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. καὶ πάλιν ἡνίκα ἐμβάντες εἰς τὸ πλοῖον προῆγον αὐτὸν εἰς τὸ πέραν ἤδη τε ἀπέχον ἀπὸ γῆς σταδίους πολλοὺς τὸ πλοῖον, ἐχειμάζετο καὶ ἐκινδύνευε βασανιζόμενον ὑπὸ τῶν κυμάτων· –ἦν γὰρ ἐναντίος ὁ ἄνεμος, ὥς φησιν ὁ Ματθαῖος –τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. καὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες, ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. εὐθέως δὲ ἐλάλησεν ὁ Ἰησοῦς λέγων· θαρσεῖτε. ἐγώ εἰμι· μὴ φοβεῖσθε. ὅτε καὶ ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. ὁ δὲ εἶπεν· ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθε πρὸς τὸν Ἰησοῦν. βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη. καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· κύριε, σῶσον. ἐλθὼν δὲ ὁ Ἰησοῦς καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε, εἰς τί ἐδίστασας; μετὰ γὰρ ταῦτα πάντα ἐπιφέρει λέγων ὁ Ματθαῖος· καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς θεοῦ υἱὸς εἶ· τούτοις γὰρ εἰκότως ἄν τις παραθείη τό· οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ ,ὥσπερ ἀκολούθως τῇ προφητείᾳ κατὰ τὴν ἱστορίαν αὐτὴν ὑψώθησαν τὰ κύματα τῆς θαλάσσης χειμαζομένης καὶ ὑπὸ τῶν ἀνέμων καταπνεομένης, ἀλλὰ καὶ ὡς ἐταράχθησαν οἱ ἀπόστολοι καὶ ὡς ἔκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς καὶ ὡς ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς ἐπιτιμήσας τοῖς ἀνέμοις καὶ τῷ κλύδωνι, ὅτε καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. οἱ δὲ ηὐφράνθησαν καὶ ἡσύχασαν ὁδηγηθέντες ἐπὶ λιμένα θελήματος αὐτοῦ. ἐφ’ οἷς ὁ λόγος ἀναγκαίως προστάττει τέταρτόν που τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ τὰ ἐλέη αὐτοῦ διὰ στόματος φέρειν πᾶσι τε τοῖς υἱοῖς τῶν ἀνθρώπων ἀπαγγέλλειν τὰ θαυμάσια αὐτοῦ.