Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλαʹ Προσευχὴ τοῦ Δαυὶδ καὶ ἐπιφάνεια Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.12-10
Not analysed yet
Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Τοσαῦτα περὶ τῆς ἐκκλησίας εἰπὼν τὰς πρὸς τὸν Δαυὶδ ἐπαγγελίας πιστοῦται φάσκων, ὅτι οὐκ ἔσται τῶν ἀγαθῶν τούτων ἀλλότριος· τὸ γὰρ ἐξ αὐτοῦ κέρας ἐκεῖ διαλάμψει· οὐδὲ γὰρ παρ’ ἑτέροις ὁ ἐκ τῆς κοιλίας Δαυὶδ προελευσόμενος καρπὸς δοξασθήσεται ὡς ἐκεῖ, ἔνθα καὶ τὸ κέρας καὶ ἡ βασιλεία ἡ ἐκ Δαυὶδ διὰ τοῦ σπέρματος αὐτοῦ, τουτέστι τοῦ Χριστοῦ, ὑψωθήσεται κατὰ τὸ εἰρημένον· ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ . οὐ μόνον δὲ τὸ κέρας, τουτέστιν ἡ βασιλεία τοῦ Χριστοῦ δηλαδὴ ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ, ὑψωθήσεται, ἀλλὰ καὶ ὁ λύχνος, δῆλον δὲ ὅτι τὸ σῶμα, δι’ οὗ τὸ φῶς τὸ ἀληθινὸν ὥσπερ διὰ λύχνου φάναν ἐξέλαμψεν εἰς πάντας ἀνθρώπους τὰς αὐγὰς τῆς δυνάμεως αὐτοῦ προβεβλημένον.