Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμβʹ Προσευχὴ ἐξομολογουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.12-12
Not analysed yet
Ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι δοῦλός σού εἰμι ἐγώ. Ψυχῆς ἀληθῶς θλίψις τὸ ταπεινωθῆναι εἰς γῆν τὴν ζωὴν αὐτοῦ καὶ ἐν σκοτεινοῖς αὐτὸν καθίσαι . καὶ ὁ ὑπὸ λογισμῶν δὲ φαύλων καὶ πυρώσεως παθῶν ἐνοχλούμενος τὴν ψυχὴν θλίβεται. οὐδενὸς δὲ ἄλλου ἐστὶ τὸ τοιαύτης θλίψεως ἐλευθεροῦν ἢ τοῦ τὸ κρυπτὸν τῆς καρδίας εἰδότος θεοῦ. ἀλλὰ καὶ ὁ ὑπὸ διοχλήσεων ἀπατεώνων τὴν ψυχὴν ταραττόμενος θλίβοιτο ἂν μεγάλως, ὅτε μάλιστα οὐ δυνάμενος διελέγχειν τὰ σοφίσματα εὐλαβεῖται, μὴ ἀποσφαλῇ τῆς ἀληθείας, ἐξάγει δὲ τὴν ψυχὴν πάσης θλίψεως τοιαύτης ἐπιλάμπων αὐτὴν καὶ καταλάμπων αὐτὴν ταῖς ἰδίαις μαρμαρυγαῖς καὶ ἄγων αὐτὴν εἰς τὸ ζῆσαι κατὰ τὴν δικαιοσύνην αὐτοῦ, ὡς ἔναγχος ἀποδέδεικται. Ἐλέει δὲ θεοῦ ἐξολοθρεύονται ἐχθροὶ οὐ κατ’ οὐσίαν φθειρόμενοι, ἀδύνατον γὰρ τοῦτο, ἀλλὰ τὴν ἕξιν ἀποβαλόντες, δι’ ἣν ἐχθροὶ τοῦ δικαίου καὶ θλίβοντες τὴν ψυχὴν αὐτοῦ τυγχάνουσιν· οὕτω γὰρ ἐν ἀνέσει ἔσται ὁ δίκαιος ἄνευ πολέμου ἐν εἰρήνῃ διάγων. Ἐκκαλούμενος δὲ πρὸς τὸ ἐπινεῦσαι τὸν παρακαλούμενον ἐπήγαγε τὸ ὅτι δοῦλός σού εἰμι ἐγώ. κτημάτων δὲ καὶ αὐχημάτων τὸ μέγιστον χρηματίσαι θεοῦ δοῦλον. δείκνυσι δὲ τὸ μέγεθος τοῦτο καὶ ὁ σωτὴρ λέγων τοῖς συνοῦσιν αὐτῷ· ὑμεῖς φωνεῖτέ με ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ .