Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμγʹ Εὐχαριστία νενικηκότος
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-42
Not analysed yet
Εὐλογητὸς κύριος ὁ θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον. Εἰ μὲν ἀναφέρεις ταῦτα ἐπὶ τὸν Δαυίδ, μάλιστα ὅτι κατά τινα τῶν ἀντιγράφων ἐπιγέγραπται πρὸς τὸν Γολιάθ ,ἐρεῖς ἁρμόζειν αὐτῷ κατὰ τὴν ἱστορίαν νενικηκότι τὸν Γολιὰθ οὐ τῇ κοινῇ παντευχίᾳ, πεποιθήσει δὲ τῇ ἐπὶ τὸν θεόν, ὃν ὥσπερ διδάσκαλον ἐπιγραφόμενος τότε μὲν τὸν Γολιὰθ τῇ σφενδόνῃ καθεῖλε βαλών, ἄλλοτε δὲ τοὺς κατ’ ἀγρὸν θῆρας ταῖς χερσὶ πνίγων ἀνῄρει. ἔπρεπε δὲ μάλιστα ἐπὶ τῇ τοῦ ψαλτηρίου ἀνακρούσει ταῦτα λέγειν αὐτὸν, ὅτε ταῖς χερσὶ καὶ τοῖς δακτύλοις ἀντὶ πλήκτρου χρώμενος τοὺς ἀοράτους δαίμονας ἤλαυνε τῷ Σαοὺλ ἐνοχλοῦντας. Εἰ δ’ ἐπὶ πάντα δίκαιον ἀνάγοιτο τὰ ῥητά, ἐρεῖς πάσας τὰς τοῦ θεοφιλοῦς πράξεις καθαίρεσιν τῶν ἀντικειμένων δυνάμεων ἐνεργεῖν τοῦ θεοῦ διδασκάλου τῆς τοιᾶσδε τῶν χειρῶν ἐκτάσεως γινομένου, τοὺς δὲ δακτύλους αὐτοῦ τὰς μέχρι τῶν σμικροτάτων ἐνεργείας τῶν κατὰ τὸν ἀνθρώπινον βίον λέγεσθαι. καὶ Μωυσῆς δὲ ἐκτείνων τὰς χεῖρας ἐτροποῦτο τὸν Ἀμαλήκ. Ἐπεὶ δὲ ἐν τοῖς ἑξῆς εἴρηται· ὁ θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι ,θέα μήποτε ἡ ἐν τῷ ψαλμῷ θεολογία εἰς Χριστὸν ἀναφέρεται. σημαίνει γοῦντὴν ἐξ οὐρανοῦ κάθοδον αὐτοῦ διὰ τοῦ· κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι ,τὴν δὲ τροπὴν τῶν ἀντικειμένων δυνάμεων διὰ τοῦ· ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς ,τὴν δὲ τοῦ ἐξ ἐθνῶν λαοῦ κλῆσιν διὰ τοῦ· ὁ ὑποτάσσων τὸν λαὸν αὐτοῦ ὑπ’ ἐμέ . σαφῶς δὲ δύο λαῶν ἐπὶ τέλει μέμνηται· τοῦ μὲν προτέρου, περὶ οὗ φησιν· ἐμακάρισαν τὸν λαόν, ὧ ταῦτά ἐστι ,τοῦ δὲ δευτέρου, περὶ οὗ ἐπάγει λέγων· μακάριος ὁ λαός, οὗ κύριος ὁ θεὸς αὐτοῦ . κατὰ ταύτην οὖν τήν διάνοιαν καὶ κατὰ τὴν ἀρχὴν λέγεται τό· εὐλογητὸς κύριος, ὁ θεός μου, ὁ διδάσκων χεῖράς μου εἰς παράταξιν, τοὺς δὲ δακτύλους μου εἰς πόλεμον διὰ τὰς πάλαι καταπολεμοῦσας τὸ ἀνθρώπειον γένος ἀοράτους καὶ πονηρὰς δυνάμεις.