Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.12-3
Not analysed yet
Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ. ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Πάντα ταῦτα ὑπέμενε μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, ὃν ἐπὶ τοῖς ὁράμασιν ἰδὼν ἐξεῖπε τῷ ἑαυτοῦ πατρὶ καὶ τοῖς ἀδελφοῖς φήσας, ἑωρακέναι αὐτὸν δράγματα καὶ τοὺς ἀδελφοὺς ὁμοίως ἀναλέγοντας, ἔπειτα τὰ ἐκείνων τὸ ἑαυτοῦ προσκεκυνηκέναι δράγμα ,ὁμοίως δὲ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἕνδεκα ἀστέρας προσκυνεῖν αὐτῷ.